Acts 2

1Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν
 πάντες ὁμοῦ = WH Treg NA/NIV: || ἅπαντες ὁμοθυμαδὸν = RP
πάντες ὁμοῦ ⸃ ἐπὶ τὸ αὐτό,
2καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι, 3καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός,
 καὶ ἐκάθισεν = WH Treg NA/NIV: || ἐκάθισέν τε = RP
καὶ ἐκάθισεν ⸃ ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν,
4καὶ ἐπλήσθησαν
 πάντες = WH Treg NA/NIV: || ἅπαντες = RP
πάντες πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου
 ἀποφθέγγεσθαι αὐτοῖς = WH Treg NA/NIV: || αὐτοῖς ἀποφθέγγεσθαι = RP
ἀποφθέγγεσθαι αὐτοῖς ⸃.

5Ἦσαν δὲ
 ἐν = WH Treg RP: || εἰς = NA/NIV
ἐν Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν·
6γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι
 ἤκουον = Treg NA/NIV RP: || ἤκουσεν = WH
ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν·
7ἐξίσταντο
 δὲ = WH NA/NIV: || δὲ πάντες = Treg RP
δὲ καὶ ἐθαύμαζον
 λέγοντες = WH Treg NA/NIV: || λέγοντες πρὸς ἀλλήλους = RP
λέγοντες·
 Οὐχ = NA/NIV: || Οὐχὶ = WH Treg; || Οὐκ = RP
Οὐχ ἰδοὺ
 πάντες = WH Treg RP: || ἅπαντες = NA/NIV
πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;
8καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ἐγεννήθημεν; 9Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, 10Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, 11Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ. 12ἐξίσταντο δὲ πάντες καὶ
 διηπόρουν = NA/NIV RP: || διηποροῦντο = WH Treg
διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες· Τί
 θέλει = WH Treg NA/NIV: || ἄν θέλοι = RP
θέλει τοῦτο εἶναι;
13ἕτεροι δὲ
 διαχλευάζοντες = WH Treg NA/NIV: || χλευάζοντες = RP
διαχλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν.

14Σταθεὶς δὲ
 ὁ = WH Treg NA/NIV: || [omit] = RP
Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ
 πάντες = WH Treg NA/NIV: || ἅπαντες = RP
πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.
15οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας, 16ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ· 17Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν
 ἐνυπνίοις = WH Treg NA/NIV: || ἐνύπνια = RP
ἐνυπνίοις ἐνυπνιασθήσονται·
18καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσιν. 19καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· 20 ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ σελήνη εἰς αἷμα πρὶν
 ἢ = RP: || [omit] = WH Treg NA/NIV
 ἐλθεῖν = WH Treg NA/NIV: || ἐλθεῖν τὴν = RP
ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.
21καὶ ἔσται πᾶς ὃς
 ἐὰν = WH Treg: || ἂν = NA/NIV RP
ἐὰν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.

22Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους. Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα
 ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ = WH Treg NA/NIV: || ἀπὸ τοῦ θεοῦ ἀποδεδειγμένον = RP
ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ ⸃ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν δι᾽ αὐτοῦ θεὸς ἐν μέσῳ ὑμῶν,
 καθὼς = WH Treg NA/NIV: || καθὼς καὶ = RP
καθὼς αὐτοὶ οἴδατε,
23τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ
 ἔκδοτον = WH Treg NA/NIV: || ἔκδοτον λαβόντες = RP
ἔκδοτον διὰ
 χειρὸς = WH Treg NA/NIV: || χειρῶν = RP
χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε,
24ὃν θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾽ αὐτοῦ· 25Δαυὶδ γὰρ λέγει εἰς αὐτόν· Προορώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ. 26διὰ τοῦτο ηὐφράνθη
 ἡ καρδία μου = NA/NIV RP: || μου ἡ καρδία = WH Treg
καρδία μου ⸃ καὶ ἠγαλλιάσατο γλῶσσά μου, ἔτι δὲ καὶ σάρξ μου κατασκηνώσει ἐπ᾽ ἐλπίδι·
27ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς
 ᾅδην = WH Treg NA/NIV: || ᾍδου = RP
ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
28ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.

29Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης· 30προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος
 αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν χριστόν = RP
αὐτοῦ καθίσαι ἐπὶ
 τὸν θρόνον = WH Treg NA/NIV: || τοῦ θρόνου = RP
τὸν θρόνον ⸃ αὐτοῦ,
31προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ χριστοῦ ὅτι
 οὔτε ἐγκατελείφθη = WH Treg NA/NIV: || οὐ κατελείφθη ἡ ψυχὴ αὐτοῦ = RP
οὔτε ἐγκατελείφθη ⸃ εἰς
 ᾅδην = WH NA/NIV: || ᾅδου = Treg; || ᾍδου = RP
ᾅδην
 οὔτε = WH Treg NA/NIV: || οὐδὲ = RP
οὔτε σὰρξ αὐτοῦ εἶδεν διαφθοράν.
32τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. 33τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ
 πνεύματος τοῦ ἁγίου = WH Treg NA/NIV: || ἁγίου πνεύματος = RP
πνεύματος τοῦ ἁγίου ⸃ λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο
 ὃ = WH Treg NA/NIV: || ὃ νὺν = RP
 ὑμεῖς = Treg NIV RP: || ὑμεῖς καὶ = WH NA
ὑμεῖς βλέπετε καὶ ἀκούετε.
34οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός· Εἶπεν
 ὁ = NA/NIV RP: || [omit] = WH Treg
κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου,
35ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 36ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον
 αὐτὸν καὶ χριστὸν = WH Treg NA/NIV: || καὶ χριστὸν αὐτὸν = RP
αὐτὸν καὶ χριστὸν ⸃
 ἐποίησεν ὁ θεός = WH NA/NIV: || ὁ θεὸς ἐποίησεν = Treg RP
ἐποίησεν θεός ⸃, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.

37Ἀκούσαντες δὲ κατενύγησαν
 τὴν καρδίαν = WH Treg NA/NIV: || τῇ καρδίᾳ = RP
τὴν καρδίαν ⸃, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· Τί
 ποιήσωμεν = WH Treg NA/NIV: || ποιήσομεν = RP
ποιήσωμεν, ἄνδρες ἀδελφοί;
38Πέτρος δὲ
 πρὸς αὐτούς· Μετανοήσατε = WH Treg: || πρὸς αὐτούς Μετανοήσατε φησίν = NA/NIV; || ἔφη πρὸς αὐτούς Μετανοήσατε = RP
πρὸς αὐτούς· Μετανοήσατε ⸃, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν
 ἐπὶ = NA/NIV RP: || ἐν = WH Treg
ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν
 τῶν = WH Treg NA/NIV: || [omit] = RP
τῶν ἁμαρτιῶν
 ὑμῶν = WH Treg NA/NIV: || [omit] = RP
ὑμῶν, καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος·
39ὑμῖν γάρ ἐστιν ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται κύριος θεὸς ἡμῶν. 40ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλει
 αὐτοὺς = WH Treg NA/NIV: || [omit] = RP
αὐτοὺς λέγων· Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.
41οἱ μὲν
 οὖν = WH Treg NA/NIV: || οὖν ἀσμένως = RP
οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν
 ἐν = WH Treg NA/NIV: || [omit] = RP
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι.
42ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ
 κοινωνίᾳ = WH Treg NA/NIV: || κοινωνίᾳ καὶ = RP
κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.

43
 Ἐγίνετο = WH Treg NA/NIV: || Ἐγένετο = RP
Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά
 τε = Treg NA/NIV RP: || δὲ = WH
τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.
44πάντες δὲ οἱ
 πιστεύοντες = Treg NA/NIV RP: || πιστεύσαντες = WH
πιστεύοντες
 ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ = Treg NA/NIV RP: || ἐπὶ τὸ αὐτό = WH
ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ ⸃ εἶχον ἅπαντα κοινά,
45καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν· 46καθ᾽ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ᾽ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, 47αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. δὲ κύριος προσετίθει τοὺς σῳζομένους καθ᾽ ἡμέραν
 ἐπὶ τὸ αὐτό = WH Treg NA/NIV: || τῇ ἐκκλησία = RP
ἐπὶ τὸ αὐτό ⸃.



Copyright information for SBLG